Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.413 Joseph. BJ 3.421 (English) >>Joseph. BJ 3.427

3.418οἱ δʼ ἐν αὐτῇ προῄσθοντο μὲν τὴν εἰσβολὴν καὶ καταδείσαντες τοῦ μὲν εἴργειν τοὺς Ῥωμαίους ἀπετρέποντο, συμφυγόντες δὲ εἰς τὰς ναῦς ἐξωτέρω βέλους διενυκτέρευσαν. 3.419

Ἀλιμένου δʼ οὔσης φύσει τῆς Ἰόππης, αἰγιαλῷ γὰρ ἐπιλήγει τραχεῖ καὶ τὸ μὲν ἄλλο πᾶν ὀρθίῳ, βραχὺ δὲ συννεύοντι κατὰ τὰς κεραίας ἑκατέρωθεν· 3.420αἱ δέ εἰσιν κρημνοὶ βαθεῖς καὶ προύχουσαι σπιλάδες εἰς τὸ πέλαγος, ἔνθα καὶ τῶν Ἀνδρομέδας δεσμῶν ἔτι δεικνύμενοι τύποι πιστοῦνται τὴν ἀρχαιότητα τοῦ μύθου, 3.421τύπτων δὲ τὸν αἰγιαλὸν ἐναντίος βορέας καὶ πρὸς ταῖς δεχομέναις πέτραις ὑψηλὸν ἀναπέμπων τὸ κῦμα σφαλερώτερον ἐρημίας τὸν ὅρμον ἀπεργάζεται· 3.422κατὰ τοῦτον σαλεύουσιν τοῖς ἀπὸ

-- --

τῆς Ἰόππης ὑπὸ τὴν ἕω πνεῦμα βίαιον ἐπιπίπτει· μελαμβόριον ὑπὸ τῶν ταύτῃ πλοϊζομένων καλεῖται· 3.423καὶ τὰς μὲν ἀλλήλαις τῶν νεῶν αὐτόθι συνήραξεν, τὰς δὲ πρὸς ταῖς πέτραις, πολλὰς δὲ πρὸς ἀντίον κῦμα βιαζομένας εἰς τὸ πέλαγος, τόν τε γὰρ αἰγιαλὸν ὄντα πετρώδη καὶ τοὺς ἐπʼ αὐτοῦ πολεμίους ἐδεδοίκεσαν, μετέωρος ὑπεραρθεὶς κλύδων ἐβάπτιζεν. 3.424ἦν δʼ οὔτε φυγῆς τόπος οὔτε μένουσιν σωτηρία, βίᾳ μὲν ἀνέμου τῆς θαλάσσης ἐξωθουμένοις, Ῥωμαίων δὲ τῆς πόλεως. καὶ πολλὴ μὲν οἰμωγὴ συρρηγνυμένων ἐγίνετο τῶν σκαφῶν, πολὺς δʼ ἀγνυμένων ψόφος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.413 Joseph. BJ 3.421 (English) >>Joseph. BJ 3.427

Powered by PhiloLogic